Λυσιστράτηἀλλ' εἴ τις ἐς Βακχεῖον αὐτὰς ἐκάλεσεν,
ἢ 'ς Πανὸς ἢ 'πὶ Κωλιάδ' ἢ 'ς Γενετυλλίδος,
οὐδ' ἂν διελθεῖν ἦν ἂν ὑπὸ τῶν τυμπάνων.
νῦν δ' οὐδεμία πάρεστιν ἐνταυθοῖ γυνή:
πλὴν ἥ γ' ἐμὴ κωμῆτις ἥδ' ἐξέρχεται.
χαῖρ' ὦ Καλονίκη.
Καλονίκηκαὶ σύ γ' ὦ Λυσιστράτη.
τί συντετάραξαι; μὴ σκυθρώπαζ' ὦ τέκνον.
οὐ γὰρ πρέπει σοι τοξοποιεῖν τὰς ὀφρῦς.
Λυσιστράτηἀλλ' ὦ Καλονίκη κάομαι τὴν καρδίαν,
καὶ πόλλ' ὑπὲρ ἡμῶν τῶν γυναικῶν ἄχθομαι,
ὁτιὴ παρὰ μὲν τοῖς ἀνδράσιν νενομίσμεθα
εἶναι πανοῦργοι--
Καλονίκηκαὶ γάρ ἐσμεν νὴ Δία.
Λυσιστράτηεἰρημένον δ' αὐταῖς ἀπαντᾶν ἐνθάδε
βουλευσομέναισιν οὐ περὶ φαύλου πράγματος,
εὕδουσι κοὐχ ἥκουσιν.
Καλονίκηἀλλ' ὦ φιλτάτη
ἥξουσι: χαλεπή τοι γυναικῶν ἔξοδος+.
ἡ μὲν γὰρ ἡμῶν περὶ τὸν ἄνδρ'+ ἐκύπτασεν+,
ἡ δ' οἰκέτην+ ἤγειρεν+, ἡ δὲ παιδίον+
κατέκλινεν+, ἡ δ' ἔλουσεν+, ἡ δ' ἐψώμισεν+.
Λυσιστράτηἀλλ' ἕτερά τἄρ' ἦν τῶνδε προὐργιαίτερα
αὐταῖς.
Καλονίκητί δ' ἐστὶν ὦ φίλη Λυσιστράτη,
ἐφ' ὅ τι ποθ' ἡμᾶς τὰς γυναῖκας συγκαλεῖς;
τί τὸ πρᾶγμα; πηλίκον τι;
Λυσιστράτημέγα.
Καλονίκημῶν καὶ παχύ;
Λυσιστράτηκαὶ νὴ Δία παχύ.
Καλονίκηκᾆτα πῶς οὐχ ἥκομεν;
Λυσιστράτηοὐχ οὗτος ὁ τρόπος: ταχὺ γὰρ ἂν ξυνήλθομεν.
ἀλλ' ἔστιν ὑπ' ἐμοῦ πρᾶγμ' ἀνεζητημένον
πολλαῖσί τ' ἀγρυπνίαισιν ἐρριπτασμένον.
Καλονίκηἦ πού τι λεπτόν ἐστι τοὐρριπτασμένον.
Λυσιστράτηοὕτω γε λεπτὸν ὥσθ' ὅλης τῆς Ἑλλάδος+
ἐν ταῖς γυναιξίν ἐστιν ἡ σωτηρία.
Καλονίκηἐν ταῖς γυναιξίν; ἐπ' ὀλίγου γ' ὠχεῖτ' ἄρα.
Λυσιστράτηὡς ἔστ' ἐν ἡμῖν τῆς πόλεως τὰ πράγματα,
ἢ μηκέτ' εἶναι μήτε Πελοποννησίους--
Καλονίκηβέλτιστα τοίνυν μηκέτ' εἶναι νὴ Δία.
ΛυσιστράτηΒοιωτίους τε πάντας ἐξολωλέναι.
Καλονίκημὴ δῆτα πάντας γ', ἀλλ' ἄφελε τὰς ἐγχέλεις.
Λυσιστράτηπερὶ τῶν Ἀθηνῶν δ' οὐκ ἐπιγλωττήσομαι
τοιοῦτον οὐδέν: ἀλλ' ὑπονόησον σύ μοι.
ἢν δὲ ξυνέλθωσ' αἱ γυναῖκες ἐνθάδε
αἵ τ' ἐκ Βοιωτῶν αἵ τε Πελοποννησίων
ἡμεῖς τε, κοινῇ σώσομεν τὴν Ἑλλάδα.
Καλονίκητί δ' ἂν γυναῖκες φρόνιμον ἐργασαίατο
ἢ λαμπρόν, αἳ καθήμεθ' ἐξηνθισμέναι,
κροκωτοφοροῦσαι καὶ κεκαλλωπισμέναι
καὶ Κιμμερίκ' ὀρθοστάδια καὶ περιβαρίδας;
...
Intéressant...